Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.201 Dem. 19.204 (English) >>Dem. 19.207

19.202ἀκούω γὰρ αὐτὸν ἐρεῖν ὡς ἄρʼ ἐγὼ πάντων ὧν κατηγορῶ κοινωνὸς γέγονα, καὶ συνήρεσκε ταῦτά μοι καὶ συνέπραττον αὐτῷ, ἔπειτʼ ἐξαίφνης μεταβέβλημαι καὶ κατηγορῶ. ἔστι δʼ ὑπὲρ μὲν τῶν πεπραγμένων οὔτε δικαία οὔτε προσήκουσʼ τοιαύτη ἀπολογία, ἐμοῦ μέντοι τις κατηγορία· ἐγὼ μὲν γάρ, εἰ ταῦτα πεποίηκα, φαῦλός εἰμʼ ἄνθρωπος, τὰ δὲ πράγματʼ οὐδὲν βελτίω διὰ τοῦτο, οὐδὲ πολλοῦ δεῖ. 19.203οὐ μὴν ἀλλʼ ἔγωγʼ οἶμαί μοι προσήκειν ἀμφότερʼ ὑμῖν ἐπιδεῖξαι, καὶ ὅτι ψεύσεται, ταῦτʼ ἐὰν λέγῃ, καὶ τὴν δικαίαν ἥτις ἐστὶν ἀπολογία. μὲν τοίνυν δικαία καὶ ἁπλῆ, ὡς οὐ πέπρακται τὰ κατηγορημένα δεῖξαι, ὡς πεπραγμένα συμφέρει τῇ πόλει. τούτων δʼ οὐδέτερον δύναιτʼ ἂν οὗτος ποιῆσαι. 19.204οὔτε γὰρ ὡς συμφέρει δήπου Φωκέας ἀπολωλέναι καὶ Πύλας Φίλιππον ἔχειν καὶ Θηβαίους ἰσχύειν καὶ ἐν Εὐβοίᾳ στρατιώτας εἶναι καὶ Μεγάροις ἐπιβουλεύειν καὶ ἀνώμοτον εἶναι τὴν εἰρήνην, ἔνεστι λέγειν αὐτῷ, οἷς τότʼ ἐναντίʼ ἀπήγγειλε πρὸς ὑμᾶς ὡς συμφέροντα καὶ γενησόμενα· οὔθʼ ὡς οὐ πέπρακται ταῦτα, δυνήσεται πεῖσαι τοὺς αὐτοὺς ἑορακότας ὑμᾶς καὶ εὖ εἰδότας. 19.205οὐκοῦν ὡς οὐ κεκοινώνηκα τούτοις οὐδενός, λοιπόν μοι δεῖξαι. βούλεσθʼ οὖν ὑμῖν, πάντα τἄλλʼ ἀφείς, παρʼ ὑμῖν ἀντεῖπον, ἐν τῇ ἀποδημίᾳ προσέκρουον, ὡς ἅπαντα τὸν χρόνον ἠναντίωμαι, αὐτοὺς παράσχωμαι μάρτυρας τούτους ὅτι πάντα τἀναντίʼ ἐμοὶ καὶ τούτοις πέπρακται, καὶ χρήμαθʼ οὗτοι μὲν ἔχουσιν ἐφʼ ὑμῖν, ἐγὼ δʼ οὐκ ἠθέλησα λαβεῖν; θεάσασθε δή.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.201 Dem. 19.204 (English) >>Dem. 19.207

Powered by PhiloLogic